Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 9
Not analysed yet
Ἐν Αἰγέστῃ, τῇ πόλει τῆς Σικελίας, ἐγένετό τις ὠμὸς τύραννος, Αἱμίλιος Κενσωρῖνος. Οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευάσαντας ἐδωροδόκει. Εἷς δέ τις, Ἀρούντιος Πατέρκουλλος, δημιουργήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ἵνα βάλλῃ αὐτούς. Ὁ δὲ τότε πρῶτον νομίμως ἀναστραφεὶς, τὸν χαρισάμενον πρότερον ἔβαλεν· ὡς ἂν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος. Τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου ὄρους ἔρριψε. Καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπ ̓ ἐκείνου Αἱμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης ἐν τετάρτῳ Ἰταλικῶν.