Ancient Greek
179.2
ARISTOBULUS, aristobulus_fhg3 179.2
Unproofread scanNot analysed yet
LVIII. Κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἐφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων· καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθείς ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς θεοῦ καθιέρωσε. Τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δ᾽ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν. Μικρὸν δ᾽ ὕστερον τούτων τῶν χρόνων Κάδμος ὁ Ἀγύνορος ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν τῆς Εὐρώπης, κατέπλευσεν εἰς τὴν Ῥοδίαν· κηγευμασμένος δ᾽ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερὸν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοινίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησόμενους. Οὕτω δὲ καταμιγνέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις· ἐξ ὧν φασὶ τοὺς ἱερεῖς κατὰ γένος διαδεξομένους τὰς ἱερουσίας. Ὁ δ᾽ οὖν Κάδμος καὶ τὴν Λινδιᾶν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἰς τὸν ἀρχαῖον ρυθμόν· οὗτος δ᾽ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, ἃ φασὶ πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι. Μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς ἀνεῖσθι ὄφεις ὑπερμεγέθεις, συνέβη πολλούς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθαρρῆναι. Διόπερ οἱ περιλειφθέντες ἐπεμφαν εἰς Δῆλον τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς.