Ancient Greek
179.3
ARISTOBULUS, aristobulus_fhg3 179.3
Unproofread scanNot analysed yet
Τοῦ δ᾽ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φόρβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον· ὃς δ᾽ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων τῶν γένος γιγνόμενος καὶ κατοικῶν· τῶν δὲ Ῥοδίων μεταπεμφαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ· γενόμενος δὲ καὶ τὰλλα ἀνὴρ ἀγαθός, ἔχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν.