Ancient Greek
182.3
ARISTOBULUS, aristobulus_fhg3 182.3
Unproofread scanNot analysed yet
XVIII. Ὁ δὲ λέγειν βούλομαι, γένοιτ’ ἂν οὕτω μάλιστα καταφανές. Ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τὴν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακώς, ὡς ὑπερβολὴν τερατείαις μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἐκπλήξιν τῶν πολλῶν συντάξας ποιουμένοις· τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὀλιγωρήκεν, ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐγέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. Προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἐκτάξει, τῷ μὲν δεξιῷ κερατὶ φησὶ τῆς ὑπορείας ἐγχεσθαι τὴν φαλαγγὰ μετ’ ὀλίγων ἱππέων· τὸ δ’ εὐώνυμον αὐτῆς, καὶ τοὺς ἵππεας πάντας τοὺς ἐπὶ τούτῳ τεταγμένους, ἐν τοῖς ἐπιπέδοις κεῖσθαι. Τὸν δ’ Ἀντίοχον ἐπὶ μὲν τῆς ἑωθινῆς ἐκπέμφαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον, ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβῃται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τὸν πολεμίων τόπους· τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν, μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολέμιον τάξιν, τῶν δ’ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαῖον