Ancient Greek
183.1
ARISTOBULUS, aristobulus_fhg3 183.1
Unproofread scanNot analysed yet
κέρας τῆς φάλαγγος, τοὺς δ᾽ ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν καταφρακτὸν ἵππον, ἥς ἤγειτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν. Μετὰ δὲ ταῦτα, φησί, τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι, καὶ τοὺς μετ᾽ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξύ τῶν θηρίων πληρώσθαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἐταιρικῆς ἵππου καὶ τῶν ὑπαπιστῶν κατόπιν ἐπιστήναι τοῖς θηρίοις. Ταῦτα δὲ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχον, φησίν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαϊὸν τῶν πολεμίων, ἔχοντα τὴν καταφρακτὸν ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου, καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων· τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. Ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν, τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτο οὐκέτι συνορᾷ. XIX Μετὰ δὲ ταῦτα, φησί, καταπρωρευομένην τὴν φάλαγγα ταῖς εὐχερείαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν, ἀναχωρεῖν ἐπὶ ποδὰ· τὰ δὲ θηρία, τοὺς ἐγχλίνοντας ἐκδεχόμενα, καὶ συμπίπτοντα τοῖς πολεμίοις, μεγάλην παρέχεσθαι χρείαν. Πῶς δὲ ταῦτα γέγονεν ὁπίσω τῆς φάλαγγος, οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς, γενομένα, παρέτειτο χρείαν μεγάλην. Ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατόν ἦν, χρῆναι τὰ θηρία, τῶν ὑποπιπτόντων φίλιος ἢ πολεμῖος ἐστι. Πρὸς δὲ τούτοις φησί, τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυν-