Ancient Greek
183.2
ARISTOBULUS, aristobulus_fhg3 183.2
Unproofread scanNot analysed yet
γθεσίαν τῆς τῶν θηρίων φαντασίας. Ἄλλ᾽ οἱ μὲν ἐπὶ τοῦ δεξίου ταχθέντες ἐξαρχῆς ἀκέριοι διέμεινον, ὡς αὐτὸς φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων, τὸ μερισθὲν ἐπὶ τὸ λαϊόν, ὑποφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίογον ἕττημένων. Ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δὲ ὁ βασιλεὺς γέγονε; καὶ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὐτὸν ἐσχηκὸς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἀπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων. Πῶς δὲ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος, ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; Οὕτως μὲν γὰρ οὐδὲ εἰς τὴν στρατοπεδείαν ἀνακεχωρήκεν αὐτῷ μετὰ τὴν μάχην. Εἴκοστός· δὲ γὰρ Ἀντίογος ὑπέθετο τοῦ βασιλέως υἱὸς ὄντος ἑνὸς τοῦ τότε συνστρατευμένου. Πῶς δὲ ὁ Σκόπας ἄμα μὲν αὐτῷ πρῶτος, ἄμα δ᾽ ἔσχατος ἀναλελυκεν ἐκ τοῦ κινδύνου; Φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίογον ἐκ τοῦ διώγματος ἐπικαμνόνους κατὰ νώτου τοῖς φάλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογυνότας, ποιήσασθαι τὴν ἀποχώρησιν· μετὰ δὲ ταῦτα συστήναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπὸ τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀπογυρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου. XX Ταῦτα δὲ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι. Διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο