Ancient Greek
544.1
ARISTOBULUS, aristobulus_fhg3 544.1
Unproofread scanNot analysed yet
πρὸς Ῥωμαίους στεργόντων φιλίαν· δι’ ἣν κατ’ αὐτῶν Μιθριδάτης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκίνει τὸν πόλεμον, εἰ καὶ τὸ πλεῖον Ῥόδιοι ἔσχον, ὥς καὶ αὐτὸν Μιθριδάτην ναυμαχοῦντα ἐγγὺς τοῦ ἀλῶναι ἔλθεῖν. (4) Μετὰ δὲ ταῦτα μαθὼν Μιθριδάτης ὡς οἱ κατὰ τὰς πόλεις σποράδες Ῥωμαῖοι τῶν παρ’ αὐτῷ διανοουμένων ἐμπόδων ἵστανται, γράφει πρὸς πάσας, ὑπὸ μίαν ἡμέραν τοὺς παρ’ αὐταῖς Ῥωμαίους φονεύειν. Καὶ πολλοὶ πεισθέντες, τοσοῦτον φόνον εἱργάσαντο, ὡς μυριάδας ὀκτὼ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὸν διὰ ξίφους ὀλεθρον ὑποστῆναι.