Ancient Greek
545.1
ARISTOBULUS, aristobulus_fhg3 545.1
Unproofread scanNot analysed yet
καὶ τὴν μὲν χώραν κατένειμε τοῖς Ποντικοῖς, τοὺς δὲ πολίτας πλοίοις ἐμβαλόν, διέφερον ἐπὶ τὸν Πόντον. (2) Ἡρακλεῶται δέ, ἐπεὶ φιλία αὐτοῖς πρὸς Χίους ἦν, ἐν τῷ παράπλῳ τὰς Ποντικὰς νῆας, αἱ τοὺς αἰχμαλώτους ἦγον, ἐφορρήσαντες αὐταῖς οὐδ’ ἀνισταμέναις (οὐδὲ γὰρ ἐξήρουν) κατῆγον ἐπὶ τὴν πόλιν. Καὶ παραυτίκα τὰ πρὸς τὴν χρείαν χορηγόντες ἀφθόνως τοῖς Χίοις, τούτους ἀνελάμβανον, καὶ ὑστερον μεγαλοπρεπῶς δωρησάμενοι, ἐν τῇ πατρίδι ἀποκατέστησαν.