Ancient Greek
546.1
ARISTOBULUS, aristobulus_fhg3 546.1
Unproofread scanNot analysed yet
ἦν ἐκείνος), μὴ τῇ ὁμοίᾳ φυγῇ τὴν εἰς αὐτὸν ὕβριν ἀποτίσῃ, πρὸς Μιθριδάτην διεπρεσβεύετο, συμβάσεις αὐτῷ τὰς πρὸς Ῥωμαίους ὑποβαλλόμενος. Τοῦ δὲ καὶ ταῖς συμβάσεσιν ἀσμενίσαντος, ἀφιέσθαι τε ἐπὶ ταύταις αἰτήσαντος, αὐτὸς προθύμως ἐστέλλετο. (2) Οὕτω γοῦν τῶν ἀναμεταξὺ ἀλλήλων προεληλυθότων, Δάρδανον αὐτοὺς ἐπὶ ταῖς συνθήκαις ὑποδέχεται, καὶ τῶν περὶ αὐτοὺς ὑποχωρησάντων, ὁμολογίαι γίνονται, Μιθριδάτην μὲν Ῥωμαίους ἐκχωρεῖν τῆς Ἀσίας, καὶ Βιθυιῶν δὲ καὶ Καππαδοκίας ἄρχειν τοὺς ἐκ γένους βασιλέας· βεβαιωθῆναι δὲ Μιθριδάτη τού Πόντου παντὸς τὴν βασιλείαν, παρασχέιν δὲ ἰδίως Σύλλᾳ τριήρεις π' καὶ τάλαντα τρισχίλια πρὸς τὴν ἰδίαν ἐπὶ τὴν Ῥώμην κάθοδον· καὶ Ῥωμαίους μηδὲν ταῖς πόλεσι μνησικακήσειν, ἀνθ' ὧν μετέβαλλον εἰς Μιθριδάτην· (3) εἰ καὶ μὴ κατὰ τὰς ὁμολογίας τοῦτο συνέβη· πολλάς γὰρ ὑστερον τῶν πόλεων ἐδούλωσαντο. Σύλλας μὲν οὖν οὕτω λαμπρῶς εἰς τὴν Ἰταλίαν ἀφίκετο, καὶ Μάριος αὐθὶς τῆς πόλεως ὑπεχώρησε, καὶ Μιθριδάτης ἀνέστρεψεν οἴκαδε, πολλὰ τῶν διὰ τὴν ἐν ἡ̓ κατηνέχθη συμφορὰν ἀποστάτων ἐθνῶν ἐξ ὑπαρχῆς χειρωσάμενος.