Ancient Greek
555.1
ARISTOBULUS, aristobulus_fhg3 555.1
Unproofread scanNot analysed yet
παρεσκευάζοντο. (2) Ἔς ἐπιπολῆς οὖν τὰ πραττόμενα τοῖς προδόταις διέπιπτεν εἰς τὸν δῆμον. Εἰς ἐκκλησίαν οὖν ἡ πόλις συνέδραμον καὶ τὸν φρούραρχον ἐκάλουν. Βοιθᾶγος δὲ τῶν ἐν δῆμῳ ἀνὴρ ἐπιφανὴς πρὸς Κονναχορίγαν παραγενόμενος τὰ τε κατέχοντα τὴν Ἡράκλειαν διεξῆγει, καὶ εἰ κάκεινῳ δοκεῖ, ἐπὶ κοινῇ πάντων σωτηρίᾳ διελάμβανεν Τριαρίῳ διαλέξασθαι. Ταῦτα Βοιθαγόρου μετὰ πολλῆς οἰκτισαμένου δεήσεως, διαναστὰς ὁ Κονναχόρις τοιαύτην μὲν συνθήκην ἀπεῖπε πράττεσθαι, ἔχεσθαι δὲ τῆς ἐλευθερίας καὶ τῶν χρευστῶν ὑπεκρίνατο ἐλπίδων· καὶ γὰρ καὶ τὸν βασιλέα μαθεῖν διὰ γραμμάτων ὑπὸ Τιγράνου τε τοῦ γαμβροῦ φιλοφρόνως δεδέχθαι, καὶ οὐκ εἰς μακρὰν ἐκεῖθεν προσδοκᾶν τὴν ἀποχρώσαν βοήθειαν. (3) Ἄλλ’ ἐκεῖνος μὲν ταῦτα ὁ Κονναχόρις ἐσκηνηκεῦτο· οἱ δὲ Ἡρακλεῶται τούτοις τοῖς λόγοις ἐξηπατημένοι (ἀεὶ γὰρ αἱρετὸν τὸ ἐράσμιον) ὡς ἀληθεῖ τοῖς τερατευθεῖσιν ἐπίστευον. Ὁ δὲ Κονναχόρις, ὡς ἠπατημένους ἔγνω, κατὰ μέσας νύκτας ἐπιβιδὰς ἡσύχως ταῖς τιμῆσι τὸ στράτευμα (αἱ γὰρ πρὸς τὸν Τριάριον συνθήκαι κακῶς ἀπαθεῖς ἀπεῖναι, καὶ εἰ τι κεκερδαχότες εἶησαν, μεθ’ ἑαυτῶν ἄγειν ἐπέτρεπον), καὶ αὐτὸς τούτοις συνεξέπλευσε. Δαμοφιλὴς δὲ τὰς πύλας ἀνοίξας εἰσερχόμενον τὸν Ῥωμαϊκὸν στρατὸν καὶ τὸν Τριάριον εἰσέδεχετο, τοὺς μὲν διὰ τῆς πύλης, ἐνὸς δὲ καὶ τὴν στεφάνην ὑπερθαῖνοντα. (4) Καὶ τότε τῆς προδοσίας οἱ Ἡρακλεῶται ἐπηστήσαν· καὶ οἱ μὲν σφᾶς αὐτοὺς παραδίδουσι, οἱ δὲ ἐκτείνοντο, τὰ τε κειμήλια καὶ τὰ ἐπίπλα διηρπάζετο, καὶ πολλὴ τοὺς πολίτας ὠμότης ἐλάμβανε, μεμηνυμένων Ῥωμαίων, ὅσα τε παρὰ τὴν ναυμαχίαν παθόντες, καὶ ὅσα τεταλαιπωρήκότες ἐπὶ τῇ πολιορκίᾳ ὑπέστησαν. Οὐδὲ ἀπεῖχοντο γοῦν οὐδὲ τῶν ἐπὶ τοῖς ἱεροῖς πεφευγόντων, ἀλλὰ παρὰ τε τοῖς βωμοῖς καὶ τοῖς ἀγάλμασιν αὐτοὺς ἐξαρπάζον. (5) Διὸ πολλοὶ διαπτόντες ἐκ τῶν τειχῶν φόβῳ τοῦ ἀφύκτου ἀγώνος κατὰ πᾶσαν ἐσχεδάνυντο χώραν· οἱ δὲ αὐτομολεῖν πρὸς τὸν Κότταν ἠναγκάζοντο, ἐξ ὧν ἐκεῖνος τὴν τε ἀλῶσιν καὶ τὸν φόβον τῶν ἀνθρώπων καὶ τὴν διαπραγὴν τῶν χρημάτων πυθόμενος ὀργῆς ἀνεπίπλαστο, καὶ διὰ ταχέων πρὸς τὴν πόλιν ἤπειγετο. Συνεχάλαινε δὲ καὶ τὸ στράτευμα, ὡς μὴ μόνον τὴν ἐπὶ τοῖς κατωρθωμένοις εὐδοκίαν ἀφηρημένον, ἀλλὰ καὶ τῶν λυστέλειῶν ἀπόσας παρὰ τῶν αὐτῶν διηρπασμένον. Καὶ εἰς μάχην ἂν τοῖς ὁμοφύλοις κατέστησαν ἀσπονδον καὶ κατεκόπησαν ἂν ὑπ’ ἀλλήλων, εἰ μὴ ὁ Τριάριος ἐπιγνοὺς τὴν ὁρμὴν αὐτῶν, πολλοῖς ἐχμειλίξας λόγοις τὸν τε Κότταν καὶ τὸν στρατὸν, καὶ εἰς τὸ κοινὸν τὰ κέρδη καταθεῖναι βεβαιωσάμενος, τὸν ἐμφύλιον ἀνεχάρισε πόλεμον.