Ancient Greek
556.1
ARISTOBULUS, aristobulus_fhg3 556.1
Unproofread scanNot analysed yet
λεις · αὐτὸς δὲ τοὺς τε προσκεχωρηκότας ἀνδρας λαβὼν καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνθρώπους, τὰ λοιπὰ μετὰ πάσης διεῖπεν ὠμότητος. Χρήματα γοῦν διερευνώμενος οὐδὲ τῶν ἐν ἱεροῖς ἐφείδετο, ἀλλὰ τοὺς τὰ ἀνδριάντας καὶ τὰ ἀγάλματα ἐκίνει, πολλὰ καὶ χαλᾶ ὀντκαὶ δὴ καὶ τὸν Ἡρακλέα τὸν ἐκ τῆς ἀγορᾶς ἀνῆρει, καὶ σκευὴν αὐτοῦ τὴν ἀπὸ τῆς πυραμίδος, πολυτελείας καὶ μεγέθους καὶ δὴ καὶ ῥυθμοῦ καὶ χάριτος καὶ τέχνης οὐδενὸς τῶν ἐπαινουμένων ἀπολειπομένην. (2) Ἦν δὲ τρόπλον σφυρήλατον ἀπέρθου χρυσοῦ πεποιημένον· κατὰ δὲ αὐτοῦ λεοντὴ μεγάλη ἔχευτο, καὶ γυρωτὸς τῆς αὐτῆς μὲν ὕλης, βελῶν δὲ γέμων καὶ τόξου. Πολλὰ δὲ καὶ ἄλλα χαλὰ καὶ θαυμαστὰ ἀναθήματα ἐκ τε τῶν ἱερῶν καὶ τῆς πόλεως ἀφελὼν, ταῖς ναυσὶν ἐγκατέθετο · καὶ τὸ τελευταῖον πῦρ ἐνεῖναι τοῖς στρατιώταις κελεύσας τῇ πόλει, κατὰ πολλὰ ταύτῃ ἐνέπερσε μέρη. Ἐάλω δὲ ἡ πόλις ἐπὶ δύο ἔτη τῇ πολιορκίᾳ ἀντισχούσα. (3) Ὁ δὲ Τράριος παραγενομένος ἐν αἷς ἐπέσταλτο πόλεσι, Κοννακόρμι (οὗτος γὰρ τὴν τῆς Ἡρακλείας προδοσίαν ἐτέρων κατασχέσει συγκαλύπτειν διενόει) δοὺς ἀδείαν τῆς ἀναχωρήσεως, καθ’ ὁμολογίαν λαμβάνει τὰς πόλεις. Ὁ δὲ Κόττας ἄπερ εἴρηται διαπράξας, τὸ μὲν πεζὸν καὶ τοὺς ἱππεῖς ἐκπέμπει Λευκόλλῳ, καὶ τοὺς συμμάχους ἀφήκεν ἐπὶ τῶν πατρίδων· αὐτὸς δ’ ἀνῆγετο τῷ στόλῳ. Τῶν δὲ νεῶν, αἳ τὰ τῆς πόλεως λάφυρα ἦγον, αἱ μὲν καταφάροτο γενόμεναι μικρὸν ἄποθεν τῆς γῆς διελύθησαν· αἱ δὲ, Ἀπαρκτίῳ πνεύσαντος, ἐξεβράσθησαν εἰς τὰ τενάγη, καὶ πολλὰ τῶν ἀγυμίων ἀπεβάλοντο.