Ancient Greek
558.1
ARISTOBULUS, aristobulus_fhg3 558.1
Unproofread scanNot analysed yet
διέβη τε παρὰ δόξαν πεζῷ τὸν Εὐφράτην, καὶ προσῆγε τὸν στρατὸν τῇ πόλει, ἐν ᾗ τὰς τε Τιγράνου παλλακίδας φυλάττεσθαι μεμαθήκει, καὶ πολλὰ τῶν σφόδρα τιμιῶν. Καταλείποιτε δὲ καὶ τοὺς Τιγρανοκέρτα πολιορκήσοντας, καὶ στρατεύμα ἄλλο ἐπὶ τῶν πολιμῶν τῶν τὰ σπουδαιότερα. 2 Οὕτω δὲ τῆς Ἀρμενίας κατὰ πολλὰ μέρη πολιορουμένης, ἔπεμπε Τιγράνης ἀνακαλῶν Μιθριδάτην, καὶ στρατὸν δὲ περὶ τὴν πόλιν, ἐν ᾗ τὰς παλλακίδας ἔθετο, διέπεμπεν· οἱ καὶ παραγενόμενοι, καὶ τοξεῖα τοῦ Τιγράνου στρατοπέδου τὰς ἐξόδους διαχλείσαντες, τὰς τε παλλακίδας καὶ τὰ τιμιώτατα τῶν χειμηλίων διὰ νυκτὸς προεξέπεμψαν. 3 Ἡμέρας δὲ ἀνασχούσης, καὶ τῶν Ῥωμαίων ἅμα [καὶ] τῶν Θρακῶν ἀνδρείως ἀγωνιζομένων, φόνος τε πολὺς τῶν Ἀρμενίων γίνεται, καὶ ζωγρία τῶν ἀνηρημένων ἔλλωσαν οὐχ ἑλάττους· τὰ μέντοι γε προαποσταλέντα διεσώζετο πρὸς Τιγράνην.