Ancient Greek
557.1
ARISTOBULUS, aristobulus_fhg3 557.1
Unproofread scanNot analysed yet
ναυμαχίαν· καὶ νικήσει τοὺς Ἰταλοὺς καὶ τὰς φορτηγοὺς ἐπὶ τῷ σφῶν ἀφαιροῦνται κέρδει. (4) Ἐπῆρθησαν οὖν οἱ περὶ Κλεοχάρην τῷ κατορθώματι, καὶ τυραννικώτερον ἐπὶ τῆς πόλεως ἦρχον, φόνους τε ἀκρίτους τῶν πολιτῶν ποιούντες καὶ τὰ ἄλλα τῇ ἀνότητι ἀποχωρώμενοι. (5) Ἐγένετο δὲ καὶ στάσις πρὸς ἀλλήλους Κλεοχάρεϊ καὶ Σελεύκῳ· τῷ μὲν γὰρ ἤρεσκε διακατερεῖν τῷ πολέμῳ, Σελεύκῳ δὲ πάντας Σινωπεῖς ἀναιρεῖν, καὶ Ῥωμαίοις ἐπὶ δωρεὰς μεγάλας παρασχέιν τὴν πόλιν. Πλὴν οὐδεμίας τῶν γνώμῶν χρισὶν ἔσχε, τὰ δὲ ὑπάρχοντα λαθραίοις ναυσὶ στρογγύλαις ἐνθέμενοι πρὸς Μαχάρην τὸν Μιθριδάτου υἱόν, ὃς κατ’ ἐκεῖνον καιροῦ ἦν, περὶ τὴν Κολχίδα ἐξέπεμπον.