Ancient Greek
563.2 to 566.2
ARISTOBULUS, aristobulus_fhg3 563.2-566.2
Unproofread scanNot analysed yet
τὰς ἱερὰς γραφάς, Σαγχωνιάθων, Τύριος φιλόσοφος, δὲ γένους κατὰ τὰ Τρωϊκά. Περὶ τοῦ Ἑρμοῦ φυσιολογίας, ἥτις μετεφράσθη· Πάτρια Τυρίων τῇ Φοινίκων διαλέκτῳ· Αἰγυπτιακὴ θεολογίαν καὶ ἄλλα τινά. Σαγχωνιάθων κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθως τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας. Ὁ Κύνουλος ἔφη· ἐμπίπλασο Οὐλπιανὲ χεδρολάφου πατρίου, ὃς παρ’ οὐδενὶ τῶν παλαιῶν, μὰ τὴν Δήμητρα, γέγραπται, πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικιὰ συγγεγραφόσι Σουνιαθῶνι καὶ Μωχῶ τοῖς σοῖς πολίταις.) Σαγχωνιάθης, Σιδώνιος Αἰδώνιος) σοφός, τοῖς χρόνοις κατὰ Σεμίραμιν, ἔγραφε τῇ Φοινίκων διαλέκτῳ φυσιολογίαν καὶ ἄλλα τινά. ἱερὰν ἀναγραφὴν Παράδοξος ἱστορία ἱστορεῖ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτε καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασι συμφωνότατα ΦΟΙΝΙΚΙΚΗ ΙΣΤΟΡΙΑ. τῶν ὑπομνημάτων γραφῆς καταρξας, καὶ ἀπὸ τοῦδε ὡσπερ χρηπίδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἔκαλεσαν Θωῦθ, Ἀλεξάνδρει δὲ Θώθ, Ἑρμῦν δὲ Ἕλληνες μετέφρασαν. Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς νεωτέροις τοῖς μετὰ ταῦτα, ὡς ἂν βεβιασμένοις καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ’ ἀλληγορίας καὶ φυσικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσι. λέγει δ’ οὖν προϊών·