Ancient Greek
566.3
ARISTOBULUS, aristobulus_fhg3 566.3
Unproofread scanNot analysed yet
5 «Ἄλλ’ οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμφαντο, ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες, καὶ τοῖς κοσμικοῖς παθήμασι συγγένειαν πλασάμενοι, μυστήρια κατέστησαν· καὶ πολὺν αὐτοῖς ἐπῆγον τύφον, ὡς μὴ ῥαδίως τινὰ συνερφν τὰ κατ’ ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοὺς ἀπὸ τῶν ἀδύτων εὐρεθεῖσιν ἀκοχρύφοις Ἀμμουνέων γράμμασι συγκειμένος, ἣ οὐκ ἦν πᾶσι γνώριμα, τὴν μάθησιν ἀπάντων αὐτὸς ἠσχασε· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ’ ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηγνύσατο τὴν πρόθεσιν· ἕως πάλιν οἱ ἐπιγεγόμενοι ἱερεῖς χρόνῳ ὑστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι, καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὐ δὲ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας. »