Ancient Greek
568.3
ARISTOBULUS, aristobulus_fhg3 568.3
Unproofread scanNot analysed yet
7 Ἔξης φησιν· ἀπὸ Γένους Αἰῶνος καὶ Πρωτογόνου γεννηθῆναι αὐθὶς παῖδας θνητούς, οἵς εἶναι ὀνόματα Φῶς καὶ Πῦρ καὶ Φλός. «Οὗτοι, φησίν, ἐκ παρατριδὸς ξύλων εὑρον πῦρ, καὶ τὴν χρῆσιν ἐδίδαξαν. Υἱοὺς δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχὴν κρείττοντας· ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη, ὧν ἐχράτησαν· ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον, καὶ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον, καὶ τὸ Βραθὺ. Ἐκ τούτων, φησίν, ἐγεννήθησαν Μημρούμος καὶ ὁ Ὑψουράνιος (*)· ἀπὸ μητέρων δέ, φησίν, ἐχρημάτιζον τῶν τότε γυναικῶν ἀνέδην μισομενῶν οἵς ἂν ἐντύχοιεν.»