Ancient Greek
568.4
ARISTOBULUS, aristobulus_fhg3 568.4
Unproofread scanNot analysed yet
8. Εἶτα φησι τὸν Ὑψουράνιον οἰκήσαι Τύρον, καλύδας τε ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου· στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὐσῶνον, ὃς σκέπην τῷ σώματι πρῶτος ἐκ δερμάτων ὧν ἔτυχεν συλλαβεῖν θηρίων εὑρε. Ῥαγδαίων δὲ γενουμένων ὀμβρων καὶ πνευμάτων, παρατρίβεντα τὰ ἐν τῇ Τύρῳ δένδρα πῦρ ἀνάψαι, καὶ τὴν αὐτοῖς ὕλην καταφλέξαι· δένδρου δὲ λαβόμενον τὸν Οὐσῶνον καὶ ἀποκλαδεύσαντα πρῶτον τολμῆσαι εἰς θάλατταν ἐμβῆναι· ἀνιερώσαι δὲ δύο στήλας πυρὶ καὶ πνεύματι, καὶ προσκυνῆσαι, αἷμα τε σπένδειν αὐταῖς ἐξ ὧν ἤρευ θηρίων. Τούτων δὲ τελευτησάντων, τοὺς ἀπολειφθέντας φησὶ βάθους αὐτοῖς ἀφιερώσαι, καὶ τὰς στήλας προσκυνεῖν, καὶ τούτους ὁρᾶται ἀγεῖν κατ’ ἔτος. (9) Χρόνους δὲ ὕστερον πολλοὺς ἀπὸ τῆς Ὑψουρανίου γενεὰς γενέσθαι Ἄγρεα καὶ Ἀλιέα, τοὺς ἄγρας καὶ ἀλείας εὑρετάς, ἐξ ὧν κληθῆναι ἀγρευτάς καὶ ἀλιείς· ἐξ ὧν γενέσθαι δύο ἀδελφούς, σιδήρου εὑρετάς καὶ τῆς τούτου ἐργασίας· ὧν ἑτέρον τὸν Χρυσῶρ λόγους ἀσκήσαι καὶ ἐπωδὰς καὶ μαντείας· εἶναι δὲ τούτων τὸν Ἡρασιτον, εὑρετὴν δὲ καὶ ἄγκυστρον καὶ δέλεαρ καὶ δριμᾶν καὶ σχεδίαν, πρῶτον τε πάντων ἀνθρώπων πλεῦσαι· διὸ καὶ ὡς θεὸν αὐτὸν μετὰ θάνατον ἐσεδόθησαν· καλεῖσθαι δὲ αὐτὸν καὶ Δία μελίχιον. Οἱ δὲ τοὺς ἀδελφοὺς αὐτοῦ τοῖγους φασὶν ἐπινοῆσαι ἐκ πλίνθων. Μετὰ ταῦτ’ ἐκ τοῦ γένους τούτων γενέσθαι νεανίας δύο, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν Τεχνίτην, τὸν δὲ Γήϊνον Αὐτόχθονα. Οὗτοι ἐπενόησαν