Ancient Greek
569.1
ARISTOBULUS, aristobulus_fhg3 569.1
Unproofread scanNot analysed yet
τῷ πηλῷ τῆς πλίνθου συμμιγύνειν φορυτὸν καὶ τῷ ἡλίῳ αὐτὰς τεραστῖνειν, ἀλλὰ καὶ στέγας ἐξεύρον. (10) Ἀπὸ τούτων ἐγένοντο ἕτεροι, ὧν ὁ μὲν Ἄγρος ἐκαλεῖτο, ὁ δὲ Ἄγροῦργος ἢ Ἄγρότης, οὗ καὶ ὁνόμασιν εἶναι μᾶλα σεβάσμιον καὶ νῦν ζυγοφυομένωv ἐν Φοινίκῃ· παρὰ δὲ Βυβλίοις ἐξαιρέτως θεῶν ὁ μέγιστος ὀνομάζεται. Ἐπενόησαν δὲ οὗτοι αὐλὰς προστιθέναι τοῖς οἴκοις καὶ περιβολαῖα καὶ σπήλαια. Ἐκ τούτων ἀγρόται καὶ κυνηγοί. Οὗτοι δὲ καὶ Ἀλῆται καὶ Τιτάνες καλοῦνται. (11) Ἀπὸ τούτων γενέσθαι Ἄμυνον καὶ Μάγον, οἱ κατέδειξαν κώμας καὶ ποίμνας. Ἀπὸ τούτων γενέσθαι Μισῶρ καὶ Συδύχ (al. libr. Συδέχχ, s. Σεδέχ ),τούτεστιν εὐλυτον (εὐλογον Tourp. )καὶ δίκαιον· οὗτοι τὴν τοῦ ἄλφου χρήσιν εὗρον. Ἀπὸ Μισώρ Τάαυτος, δὲ εἶρε τὴν τῶν πρώτων στοιχείων γραφὴν ἐν Αἰγύπτῳ μὲν Θωθὸρ (1. Θωθώ; inversus ordo supra legitur), Ἀλεξανδρεῖς δὲ Θωθώ, Ἕλληνες δὲ Ἑρμῆν ἐκάλεσαν. Ἐκ δὲ τοῦ Συδύχ Διόσκουροι ἢ Καβείροι ἢ Κορύβαντες ἢ Σαμοθράκες. Οὗτοι, φησί, πρώτοι πλοίων εὗρον. (12) Ἐκ τούτων γενόνασι ἑτεροι, οἱ καὶ βοτάνας εὗρον, καὶ τὴν τῶν δαχετῶν ἰασιν καὶ ἐπωδάς. Κατὰ τούτους γίνεται τις Ἠλιὸν καλούμενος Ὑψιστος, καὶ θῆλεια λεγομένη Βηρούθ, οἱ καὶ κατῴκουν περὶ Βύβλον. Ἐξ ὧν γεννᾶται Ἐπίγεος ἢ Αὐτόχθων, ὧν ὕστερον ἐκάλεσαν Οὐρανόν· ὡς ἀπ’ αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς στοιχεῖον δι’ ὑπερολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν. (13) Γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων, ἥ καὶ ἐκλήθη Γῆ, καὶ διὰ τὸ κάλλος ἀπ’ αὐτῆς, φησιν, ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. Ὁ δὲ τούτων πατὴρ ὁ Ὑψιστος ἐν συμβολῇ θηρίων τελευτήσας ἀφιερώθη, ὧν χοὰς καὶ θυσίας οἱ παῖδες ἐτέλεσαν. (14) Παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχήν, ἀγεται πρὸς γάμον τὴν ἀδελφὴν Γῆν, καὶ ποιεῖται ἐξ αὐτῆς παῖδας τέσσαρας, Ἦλον τὸν καὶ Κρόνον, καὶ Βαῖτυλον, καὶ Δαγῶν, ὅς ἐστι Σίτωv, καὶ Ἄτλαντα. Καὶ ἐξ ἄλλων δὲ γαμετῶν ὁ Οὐρανὸς πολλὴν ἔσχε γενεάν. Διὸ χαλεπαίνουσα ἡ Γῆ τὸν Οὐρανὸν ζηλοτυποῦσα ἐκάκισεν, ὡς καὶ διαστήναι ἀλλήλων. (15) Ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ βίας ὅτε καὶ ἐβούλετο ἐπιὼν καὶ πλησιάζων αὐτῇ, πάλιν ἀπηλλάττετο· ἐπεχειρεῖ δὲ καὶ τοὺς ἐξ αὐτῆς παῖδας διαφθεῖρειν · τὴν δὲ Γῆν ἀμύναισα πολλάκις, συμμίσγους αὐτῇ συλλεξαμένη· εἰς ἀνδρας δὲ προελθὼν ὁ Κρόνος Ἑρμῇ τῷ τριαμεγίστῳ συμβούλῳ καὶ βοηθῷ χρώμενος, οὗτος γὰρ ἦν αὐτοῦ γραμματεύς, τὸν πατέρα Οὐρανὸν ἀμύνεται, τιμωρὸν τῇ μητρί. (16) Κρόνῳ δὲ γίνονται παῖδες Περσεφόνη καὶ Ἀθηνᾶ. Ἡ μὲν οὖν πρώτη παρθένος ἐτελεύτα· τῇ δὲ Ἀθηνᾶς γυνὴ καὶ Ἑρμοῦ κατεσκεύασε Κρόνος ἐκ σιδήρου ἄρπην καὶ δόρυ. Εἶτα ὁ Ἑρμῆς τὰς τοῦ Κρόνου συμμάχους λόγους μαγείας διαλεγθείς πόθον ἐνεποίησε τῆς κατ’ Οὐρανοῦ μάχης ὑπὲρ τῆς Γῆς. Καὶ οὕτω Κρόνος τὸν Οὐρανόν, πολέμῳ συμβαλὼν, τῆς ἀρχῆς ἥλασε, καὶ τὴν βασιλείαν διεδέξατο. Ἐσάλω δὲ ἐν τῇ μάχῃ καὶ ἡ ἐπέραστος τοῦ Οὐρανοῦ σύγκοιτος ἐγκύμων ὕστα, ἣν ἐξόδιωσιν ὁ Κρόνος Δαγῶνι πρὸς γάμον. Τίκτει δὲ παρὰ τούτῳ ὁ κατὰ