Ancient Greek
59.1
ARISTOBULUS, aristobulus_fhg3 59.1
Unproofread scanNot analysed yet
δ μέγιστος οἶκος· περίπτερος δ᾽ ἦν, εἴκοσι κλῖνας ἐπίδεχόμενος. Κατεσκευάσθη δ᾽ αὐτῷ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σιγιστῆς καὶ κυπαρίσσου Μιλησίας· αἱ δὲ τῆς περιστάσεως θύραι, τὸν ἀριθμὸν εἴκοσιν οὖσαι, θύϊνας κατεκεκόλλητο σανίδων, ἐλεφαντίνους ἔχουσαι τοὺς κάσμους. Ἡ δ᾽ ἐνλήσις ἡ κατὰ πρόσποπον αὐτῶν, καὶ τὰ ρόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ, τὴν χρύσωσιν ἐκ πυρὸς εἴληφε. Τῶν δὲ κίωνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθουργεῖς, ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι. Τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον· ἐφ᾽ οὗ διάζωμα ἐφήρμοστο, περιφανῆ ζωδία ἔχον ἐλεφαντῖνα, μειζόνα πηχιαίων, τῇ μὲν τέχνῃ μέτρια, τῇ χορηγίᾳ δ᾽ ἀξιολάμψατα. Ἐπέκειτο δὲ καὶ στέγη χαλῇ τῷ συμποσίῳ τετράγωνος κυπαρίσινον· γλυπτοὶ δ᾽ αὐτῆς ἦσαν οἱ κόμοι, χρυσὴν ἔχοντες τὴν ἐπικάνειαν. Παρέκειτο δὲ τῷ συμποσίῳ τούτῳ καὶ κοιτῶν ἐπτάκλινος· ὃ συνῆπτο στενῇ σύριγι, κατὰ πλάτος τοῦ κῦτους χωρίζουσα τὴν γυναικωνῖτιν. Ἐν δὲ ταύτῃ συμπόσιον ἐννέακλινον ἦν, παραπλήσιον τῇ πολυτελείᾳ τῷ μεγάλῳ, καὶ κοιτῶν πεντάκλινος. Καὶ τὰ μὲν ἄχρι τῆς πρώτης στέγης κατεσκευασμένα τοιαύτ᾽ ἦν.