Ancient Greek
59.2
ARISTOBULUS, aristobulus_fhg3 59.2
Unproofread scanNot analysed yet
«Ἀναβάντων δὲ τὰς παρακειμένας πλησίον τῷ προειρημένῳ κοιτῶνι κλίμακας, οἶκος ἦν ἄλλος πεντάκλινος, ὁρόφωμα ῥομβωτὸν ἔχον· καὶ πλησίον αὐτοῦ ναὸς Ἀφροδίτης θολοειδῆς, ἐν ᾧ μαρμάρινον ἄγαλμα τῆς θεοῦ. Κατεναντίον δὲ τούτου ἄλλο συμπόσιον πολυτελὲς περίπτερον· οἱ γὰρ κῖονες αὐτοῦ ἐκ λίθων Ἰνδικῶν συνέκειντο. Παρὰ δὲ καὶ τούτῳ τῷ συμποσίῳ κοιτῶνες, ἀκόλουθον τὴν κατασκευὴν τοῖς προεδηλωμένοις ἔχοντες.