Ancient Greek
59.3
ARISTOBULUS, aristobulus_fhg3 59.3
Unproofread scanNot analysed yet
Προάγοντι δὲ ἐπὶ τὴν πρῶραν οἶκος ὑπέκειτο Βαχχικὸς, τριακαιδεκάκλινος, περίπτερος, ἐπίχρυσον ἔχον τὸ γείσον ἕως τοῦ περιτρέγοντος ἐπιστυλίου· στέγῃ δὲ τῆς τοῦ θεοῦ διαθέσεως οἰκεῖα. Ἐν δὲ τούτῳ κατὰ μὲν τὴν δεξιὰν πλευρὰν ἀντρὸν κατεσκευάστο, οὗ χρώμα μὲν ἦν ἔχον τὴν πετροποιΐαν ἐκ λίθων ἀληθινῶν καὶ χρυσοῦ δεδημιουργημένον· ἵδρωτο δ᾽ ἐν αὐτῷ τῆς τῶν βασιλέων συγγενείας ἄγαλματα εἰκονικὰ λίθου λυχνέου. Ἐπιτετπεὶς δ᾽ ἰκανῶς καὶ ἄλλο συμπόσιον ἦν, ἐπὶ τῇ τοῦ μεγίστου οἴκου στέγῃ κείμενον, σκηνῆς ἔχον τάξιν· ὥστε τῇ μὲν οὐκ ἐπὴν **διατόναια δὲ τοξοειδῇ διὰ ποσοῦ τινος ἐνετέτακτο διαστήματος, ἐφ᾽ ὧν αὐλαῖαι κατὰ τὸν ἀνάλογον ἀλόυργεῖς ἐνεπετάυνντο. Μετὰ δὲ τούτο αὐθρόν ἐξεδέχετο, τὴν ἐπάνω τῆς ὑποκειμένης προστάδος τάξιν κατέχον· ὃ κλῖμάξ τις ἐλίχθη, φέρουσα πρὸς τὸν κρυπτὸν περίπταον, παρέκειτο, καὶ συμπόσιον ἐννέακλινον, τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. Οἱ γὰρ γεγονότες αὐτοῖ κῖονες ἀνῆγοντο στρογγυλοὶ, διαλλάττοντες τοῖς σπονδύλοις, τοῦ μὲν μέλανος, τοῦ δὲ λευκοῦ, παραλλήλα τιθεμένων. Εἰσὶ δ᾽ αὐτῶν καὶ αἱ κεφαλαὶ τῷ σχήματι περιφερεῖς, ὧν ἡ μὲν ὅλη περιγραφὴ παραπλησίᾳ ῥόδους ἐπὶ μικρὸν ἀναπεπταμένους ἐστίν. Περί δὲ τὸν προσαγορευόμενον χαλκάδον οὐχ ἕλικες, καθάπερ ἐπὶ τῶν Ἑλληνικῶν, καὶ φύλλα τραχέα περιέκειται, λωτῶν δὲ ποταμίων κάλυκες, καὶ φοινίκων ἀρτιβλάστων καρπός· ἐστι δ᾽ ὅτε καὶ πλειόνων ἄλλων ἀνθέων γέγλυπται γένν. Τὸ δ᾽ ὑπὸ τὴν ρίζαν, ὃ δὴ τῷ συνάπτοντι πρὸς τὴν κεφαλὴν ἐπίκειται σπονδύλῳ, κιθωρίων ἀνθεσι καὶ φύλλοις ὡσανεὶ καταπεπλεγμένοις ὁμοίαν ἔχει τὴν διάθεσιν. Τοὺς μὲν οὖν κίονας οὕτως Αἰγύπτιοι κατασκευάζουσι,