Ancient Greek
616.1.16 to 616.1.26
ARISTOBULUS, aristobulus_fhg3 616.1.16-26
Unproofread scanNot analysed yet
Οὐ γὰρ ἐνδέξεται με περιδεῖν κατακαυθὲν τὸ παιδίον ὑφ’ ὑμῶν διὰ τὴν τῶν ἐξαγγελλόντων ὑμῖν μάντεων ἀποληξίαν. Συγγνώμην μὲν οὖν, ὑμῖν ἔχω, ὅτι τοιαύτην ὄψιν ἀπροσδόκητον ὁρῶντες ἀπορεῖτε πῶς ποτε τοῖς παραούσι πράγμασι δρῶντες χρῆσεσθε. Εἰ μὲν οὖν ἐμοὶ πεισθήσεσθε ἀδεῶς, τῶν παρόντων φόβων καὶ τῶν ἐπερχομένων κακῶν ἔσεσθε ἀπηλλαγμένοι· εἰ δὲ ἄλλως πως τῇ γνώμῃ προσπεσεῖσθε, φοβοῦμαι περὶ ὑμῶν, μήποτε εἰς ἀνυκέστους συμφοράς ἀπειδοῦντες ἡμῖν ἐμπέσητε. Ἔγω μὲν οὖν διὰ τὴν ὑπάρχουσαν εὐνοιαν ὅτ’ ἔχων καὶ νῦν ἀπροσδόκητως παρὼν προεῖργα τὸ συμφέρον ὑμῖν. Ταῦτ’ οὖν ὑμᾶς ἀξίω, μὴ πλεῖον με χρόνον παρέχειν, ἀλλὰ βουλευσαμένους ὀρθῶς καὶ πεισθέντας τοῖς εἰρημένοις ὑπ’ ἐμοῦ δοῦναι μοι μετ’ εὐφημίας τὸ παιδίον. Οὐ γὰρ ἐνδέξεται μοι πλεῖονα μηχανῦναι χρόνον διὰ τοὺς κατὰ γῆν ὑπάργοντας δεσπότας. »Ταῦτα δὲ εἰπὼν ἡσυχίαν ἔσχεν ἐπ’ ὀλίγον, παραδοκῶν ποίαν ποτὲ ξοίσουσι αὐτῷ γνώμην περὶ τῶν ἀξιουμένων. Τινὲς μὲν οὖν φόντο δεῖν ἀποδοῦναι τὸ παιδίον καὶ ἀφοσιώσασθαι τὸ τε φάσμα καὶ τὸν ἐπιστάντα δαίμονα, οἱ δὲ πλεῖστοι ἀντέλεγον, ἐπὶ σχολλῆς δεῖν βουλευσάσθαι φάσκοντες, ὡς ὄντος μεγάλου τοῦ πράγματος καὶ οὐ τῆς τυχοῦσης αὐτοῖς ἀπορίας. Συνιδὼν δὲ αὐτοὺς οὐ προσέχοντας, ἀλλ’ ἐμποδίζοντας αὐτῷ τὴν βούλησιν, ἐξέφθεγξατο αὐτοῖς τάδε· «Ἄλλ’ οὖν γε, ὦ ἄνδρες πολῖται, ἐὰν ὑμῖν συμβαίνῃ τῶν δυσχερεστέρων