Ancient Greek
617.1
ARISTOBULUS, aristobulus_fhg3 617.1
Unproofread scanNot analysed yet
διὰ τὴν ἀδουλίαν, μὴ ἐμὲ αἰτιάσθε, ἀλλὰ τὴν τύχην τὴν οὕτως ἐπὶ τὸ χειρὸν ὑμᾶς ποδηγούσαν, ἥτις ἐναντιουμένη χάμοι παρανομεῖν ἀναγκάζει με εἰς τὸ ἰδεῖν τέκνον. »Τοῦ δὲ ὄχλου συνδραμόντος καὶ περὶ τὴν ἄρσιν τοῦ τέρατος ἔχοντος, ἐπιλαβόμενος τοῦ παιδίου καὶ τοὺς πλείστους αὐτῶν ἀνείρας ἰταμιώτερον διέσπασέ τε αὐτὸ καὶ ἧσθιε. Κραυγὴς δὲ γενομένης καὶ λίθων ἐπ’ αὐτὸν ἐκρριπτομένων ὑπελάμβανον τροπὴν αὐτὸ ποιήσασθαι. Ὁ δὲ ἀπλήκτος ὤν ὑπὸ τῶν λίθων τὸ σῶμα πᾶν τοῦ παιδίου κατανάλωσε πλὴν τῆς κεφαλῆς καὶ αὐτίκα ἀφανὴς ἐγένετο. Δυσφορούντων δὲ αὐτῶν ἐπὶ τοῖς γενομένοις καὶ ἐν ἀπορίᾳ καθεστηκῶν οὐ τῇ τυχοῦση, βουλομένων τε ἀποστείλαι εἰς Δελφοὺς, ψέγγεται ἡ κεφαλὴ τοῦ παιδίου ἐπὶ τοῦ ἐδάφους κειμένη καὶ λέγει χρησμῷ τὰ ἀποκρισόμενα·