Ancient Greek
618.1
ARISTOBULUS, aristobulus_fhg3 618.1
Unproofread scanNot analysed yet
σίων ὑπαπιστῶν φυγεῖν, ἐκεῖθεν δὲ πόλιν εἰς Ἔφεσον ἀναγκασάι ὑπέξελθεῖν. Ὁ δὲ Ἀχεῖλιος Κάτωνα μὲν εἰς Ῥώμην ἀπέστειλεν ἀπαγγελοῦντα τὴν νίκην, αὐτὸς δὲ ἐπ’ Αἰτωλοὺς καὶ Ἡρακλείαν ἐστράτευσεν, ἣν ἐξ εὐμαροῦς ἔλαβεν. Ἐν δὲ τῇ παρατάξει τῇ γενομένῃ πρὸς Ἀντίοχον ἐν Θερμοπύλαις ἐπιφανέστατα σημεῖα ἐγένετο Ῥωμαίοις. Ἐπιρανέντος γὰρ Ἀντιόχου καὶ φυγόντος τῇ ἐπιούσῃ ἡμέρᾳ ἐγίνοντο οἱ Ῥωμαῖοι περὶ ἀναίρεσιν τῶν ἐκ τῆς σφετέρας δυνάμεως πεπτωκότων καὶ περὶ συλλογὴν λαφύρων τε καὶ σκύλων καὶ αἰχμαλώτων. Βούπλαγος δέ τις, τῶν ἀπὸ Συρίας ἱππάρχης, τιμώμενος παρὰ τῷ βασιλεῖ Ἀντιόχῳ, ἔπεσε καὶ αὐτὸς γενναίως ἀγωνισάμενος. Ἀναιρουμένων δὲ τῶν Ῥωμαίων πάντα τὰ σκύλα καὶ μεσούσης τῆς ἡμέρας, ἀνέστη ὁ Βούπλαγος ἐκ τῶν νεκρῶν, ἔχων τραύματα δέκα δύο, καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον αὐτῶν ἀνείπε λεπτῇ τῇ φωνῇ τοῦδε τοὺς στίχους·