Ancient Greek
618.2 to 618.4
ARISTOBULUS, aristobulus_fhg3 618.2-4
Unproofread scanNot analysed yet
Παῦσαι σκυλεύων στρατὸν ἀίδος εἰς χθόνα βάντα· ἥδη γὰρ Κρονίδης νεμεσᾷ Ζεὺς μέμψερα λεύσσων, πηνίει δὲ φόνω στρατιᾶς καὶ σοῖσιν ἐπ’ ἔργοις, καὶ πέμψει φύλον θρασυνκάδιον εἰς χθόνα τὴν σήν, οἳ σ’ ἀρχῆς παύσουσιν, ἀμεῖψή δ’ οἷά γ’ ἑρέας. Ταραχθέντες δὲ οἱ στρατηγοὶ ἐπὶ τοῖς ῥηθεῖσιν διὰ ταχέων συνήγαγον τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ ἐβουλεύοντο περὶ τοῦ γεγονότος φάσματος. Ἔδοξεν οὖν τὸν μὲν Βούπλαγον παραχρῆμα μετὰ τὰ λεχθέντα ἐπὶ ἀποπνεύσαντα κατακαύσαντας θάψαι, καθαρλὸν δὲ ποιήσαντας τοῦ στρατοπέδου θύσαι Διὶ Ἀποτροπαίῳ καὶ πέμψαι εἰς Δελφοὺς ἐρωτῆσοντας τὸν θεόν, τί χρὴ ποιεῖν. Παραγενομένων δὲ Πυθίδος τῶν θεοφρόνων καὶ πυθανομένων τί ποιητέον, ἀνείπεν ἡ Πυθία τόνδε τὸν χρησμόν· Ἴσχεο νῦν, Ῥωμαῖε, δίκῃ δὲ τοι ἔμμονος ἔστω, μὴ σοι ἐφορμήσῃ Πάλλας πολὺ φέρτερον Ἄρη, χρηστοὶ δ’ ἀγοράς· σὺ δέ, νίπτε, πολλὰ μογήσας ἴκει εἰς χώρην τὴν σὴν πολὺν ἰδὼν ὀλέσας.