Ancient Greek
618.7 to 619.28
ARISTOBULUS, aristobulus_fhg3 618.7-619.28
Unproofread scanNot analysed yet
Ὦ πατρίς, σὸν σοι λυγρὸν φέρει Ἄρη Ἀθήνη, ἡνίκα πορθήσασ’ Ἄσιν πολυλῦδον ἴχαι Ἰταλὴν ἐς γαῖαν, ἐυστεφάνους τε πόλεις, Θρινάκην νῆσον πολυῦρατον, ἣν κτίσατο Ζεὺς. Ἥξει γὰρ στρατιὴ πολυφῆρατος, ὀβριμόθωμος, τηλόθεν ἐξ Ἄσιος, ὧν ἡλίου ἀντολαὶ εἰσιν, καὶ βασιλεὺς διαβὰς στείνει πόρον Ἑλληπόντου ὀρκία πιστὰ ταμεῖ πρὸς κοῖρανον Ἡπειρώτην, ἄξει δ’ εἰς Ἄσιν (?)στρατιὴν ἀνάριθμον ἀγείρας πάντοθεν ἐν τ᾿ Ἀσίῃ ἤδ᾿ Εὐρώπης ἐρατεινῆς, καὶ σε δαμάζ, χήρους δ᾿ οἴκους καὶ τέιχεα θήσει, δουλοσύνην δ᾿ ἐπὶ πᾶσιν ἐλευθερον ἤμαρ ἀποῦρας τεῦξαι μηγίνδος οὐδεν᾿ Ἀθηναίας μεγαθύνου. Ἀνειπὼν δὲ τοὺς στίχους τούτους ὤρμησεν ἐκ τῆς σκηνῆς ἐν γιτῶνι καὶ ἀπεφθέγγετο καταλογάδην τάδε· «Μηνύομεν, ὦ ἄνδρες στρατιῶται καὶ πολῖται, διαβάντας ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν νικῆσαι ὑμᾶς τὸν βασιλέα Ἀντίοχον ναυμαχήσαντάς τε καὶ πεζῇ παραταξαμένους, κυριεύσαι δὲ τῆς ἐπιτάδε τοῦ Ταύρου χώρας πάσης καὶ τῶν πόλεων τῶν ἐκτισμένων ἐν αὐτῇ, ἐκβαλόντας τὸν Ἀντίοχον εἰς Συρίαν, ταύτην δὲ παραδοῦναι καὶ τὰς πόλεις τοῖς Ἀττάλου υἱοῖς, Γαλάτας δὲ τοὺς κατοικοῦντας ἐν τῇ Ἀσίᾳ παραταξαμένους πρὸς ὑμᾶς ἠσθηῆναι, τῶν δὲ γυναικῶν καὶ τέκνων καὶ τῆς ἀποσκευῆς πάσης κυριεύσαι ὑμᾶς καὶ ἀγαγεῖν εἰς τὴν Εὐρώπην, τοὺς δὲ κατοικοῦντας ἐν τῇ Εὐρώπῃ τὴν παραλίαν Θρᾴκας τῆς τε Προποντίδος καὶ Ἑλλησπόντου ἀναλύουσι ὑμῖν ἀπὸ τῆς στρατείας ἐπιθέσιν ποιήσασθαι περὶ τὴν τῶν Αἰνιάνων χῶραν καὶ τινὰς διαφθείραντας ἀφελέσθαι μέρος τι τῶν προνομῶν, διασωθέντων δὲ τῶν ἀλλῶν καὶ κομ- μισθέντων εἰς Ῥώμην ἐσεσθαι συνθήκας πρὸς βασιλέα Ἀντίοχον, ἐφ᾿ ᾧ χρήματα μὲν εἰσώσει καὶ χώρας τινὸς ἀποστήσεται. »Ἀναγορεύσας δὲ ταῦτα ἀνεκεφράγει μεγαλῇ τῇ φωνῇ λέγων τάδε· «Ἐκ τῆς Ἀσίας ὁρῶ διαβαινούσας δυνάμεις χαλκοστέρονάς καὶ βασιλέας ἐπὶ τὸ αὐτὸ συναγομένους καὶ ἔθνη παντοδαπὰ ἐπὶ τὴν Εὐρώπην, ἵππων τε κτύπον δοράτων τε ψόφον καὶ φόνον αἱματοφύρτον λεηλασίαν τε δεινὴν πτώσεις τε πύργων καὶ τειχῶν κατασκαφὰς ἐρημίαν τε γῆνους