Ancient Greek
618.6
ARISTOBULUS, aristobulus_fhg3 618.6
Unproofread scanNot analysed yet
Ἀκούσαντες οὖν τοῦ λόγου τούτου τὸ μὲν ἐπιστρατεύσαι ἐπὶ τινα τῶν ἐν τῇ Εὐρώπῃ κατοικούντων ἀπέγνωσαν τὸ παράπαν, ἀνακεύσαντες δὲ ἀπὸ τοῦ προειρημένου τόπου παρεγένοντο ἐπὶ Ναύπακτον τῆς Αἰτωλίας, οὗ ἐστιν ἱερὸν κοινὸν τῶν Ἑλλήνων, εὐπρεπίζοντες θυσίας δημοτελεῖς, ἀπαρχὰς τε ἐξ ἔθους. Τούτων δὲ ἐπιτελουμένων ὁ στρατηγὸς Πόπλιος ἐμμανὴς γενόμενος καὶ παράφρων ἀποφύγεται πολλά τινα ἐνθουσιώδως, τὰ μὲν ἐν μέτρῳ, ἔστι δ’ ἄ καὶ καταλογαζόμενος. Διαγγελθέντος δὲ τῷ πλήθει τοῦ πράγματος συνέθεον πάντες πρὸς τὴν σκηνὴν τοῦ Ποπλίου, ἄμα μὲν ὑπαγωνιόντες καὶ ἐκπεπληγμένοι ἐπὶ τῷ τῶν κράτιστον αὐτῶν καὶ δυνάμενον ἀφηνείσθαι μετ’ ἐμπειρίας ἠτυχηκέναι, ἄμα δὲ ἀκούειν βουλόμενοι τὰ λεγόμενα, ὥστε τινὰς αὐτῶν πιεσθέντας βιαστέρον ἀποπνιγνῦναι. Τὰ μὲν οὖν ἐν μέτρῳ ῥηθέντα ὑπ’ αὐτοῦ, ἐτὶ ὄντος ἐν τῇ σκηνῇ, ἔστι τάδε·