Ancient Greek
723.1
ARISTOBULUS, aristobulus_fhg3 723.1
Unproofread scanNot analysed yet
Ἀφαιρεθέντα γὰρ τῆς ἀρχῆς τὸν πρεσβύτερον ὑπὸ τοῦ νεωτέρου καταῴουσι Ῥωμαῖοι. Καὶ ἄρχει μὲν αὐτὸς τῆς Αἰγύπτου, τῷ δὲ ἀδελφῷ τῆς Λιβύης τὴν ἀρχὴν ἐγχειρίζει, καὶ μόνος ἄρχει δεκαοκτώ. Ἀποθανόντος δὲ ἐν Συρίᾳ (καὶ γὰρ καὶ ἐκείνων ἐχρᾶτ᾽ ἦν τῶν τό-πων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης, καὶ βα-σιλεὺς ἀναγορευθεὶς, τὰ ἔτη αὐτοῦ ἀναγράφει ἀφ᾽ οὗ πρῶτον βασιλεὺς ἐνομίσθη, ὡς δοκεῖν μετὰ τὴν τοῦ ἀδελφοῦ τελευτὴν ἄρχαντα αὐτὸν ἔτεσιν εἴκοσι πέντε ἀνατιθέναι ἑαυτῷ τέσσαρα καὶ πεντήκοντα. Τὸ γὰρ τριακοστὸν ἕκτον τοῦ Φιλομήτορος, ὅσον προσεαγορεύε-σθαι τῆς τοῦτον βασιλείας πρῶτον, αὐτὸς εἰκοστὸν πέμ-πτον προσέταξε γράφεσθαι. Καὶ οὕτως ἀμφοτέρων μὲν ἐξήκοντα τέσσαρα, τοῦ μὲν Φιλομήτορος λε᾽, τὰ δ᾽ ὑπολειπόμενα τοῦ Εὐεργέτου. Ἡ δ᾽ ὑποδιαίρεσις ἐν τοῖς κατὰ μέρα ποιεῖ πλάνην.