Ancient Greek
723.2
ARISTOBULUS, aristobulus_fhg3 723.2
Unproofread scanNot analysed yet
3 Πτολεμαίου δὲ τοῦ δευτέρου Εὐεργέτου ἐκ Κλεο-πάτρας γίνονται υἱοὶ δύο Πτολεμαῖοι καλούμενοι. Ὦν ὁ μὲν πρεσβύτερος Σωτὴρ ἐπεκαλεῖτο, ὁ δὲ νεώτερος Ἀλέξανδρος. Βασιλεύει δὲ πρότερος (1) ὁ πρεσβύτερος ὑπὸ τῆς μητρὸς ἀναδειχθεὶς. Δοκοῦν δὲ αὐτῇ εἶναι πει-θηνίος, ἄχρι μὲν τινος ἠγαπάτο. Ἐπεὶ δὲ κατὰ τὸ δέκατον ἔτος τῆς ἀρχῆς τοὺς φίλους τῶν γονέων ἀπέ-σφαξεν, ὑπὸ τῆς μητρὸς διὰ τὴν ὠμότητα τῆς ἀρχῆς καθηρέθη, καὶ εἰς Κύπρον ἐφυγαδεύθη. Τὸν δὲ νεώτε-ρον ἡ μήτηρ ἐκ Πηλουσίου (2) μεταπεμφαμένη βασιλέα ἀπέδειξε σὺν ἑαυτῇ. Συνεβασιλεύεν οὖν ὁ νεώτερος τῇ μητρί, τῶν χρηματισμῶν ἀναφερομένων εἰς ἀμφοτέ-ρους. Καὶ ἐνδέκατον μὲν Κλεοπάτρας ἀνηγορεύθη, ὀγδόον δὲ Πτολεμαίου Ἀλεξάνδρου. Συνανέλαβε γὰρ ἀπὸ τοῦ τετάρτου ἔτους τῆς τοῦ ἀδελφοῦ βασιλείας εἰς ἕνατον τοὺς χρόνους ἀφ᾽ οὗ τῆς Κύπρου ἐδασίλευσε. Καὶ τοῦτο ζώσης τῆς Κλεοπάτρας τὸ ἦθος (ἔτος cod.) περιῆν· εἰς μόνον δὲ ἤρξατο μετατίθεσθαι τὸν Ἀλεξάν-δρον μετὰ τὸν ἐκείνης θάνατον τὰ συμβολαία (3). Ὀκτω-καίδεκα τοὺς πάντας ἀντιλάμβανεν τῶν σκήπτρων ἔνιαυθὺς, ἀφ᾽ οὗ κατῆλθεν εἰς Ἀλεξάνδρειαν, ἐξ καὶ