Ancient Greek
725.3 to 726.2
ARISTOBULUS, aristobulus_fhg3 725.3-726.2
Unproofread scanNot analysed yet
7. Ἐπεὶ γε (1. ἐπὶ δὲ) τῆς Κλεοπάτρας τὰ πρῶτα τῆς δυναστείας ἔτη εἰς ἐκείνην τε καὶ τὸν πρεσβύτερον αὐτῆς ἀδελφὸν ἀνενέχθη Πτολεμαίων, τὰ δ’ ἐξῆς εἰς ἑτέρας (1. ἑτέρους), διὰ τοιαύτην αἰτίαν. Τελευτῶν (1) ὁ νέος Διόνυσος ἐπὶ παισὶ τέτταρσι, Πτολεμαίῳ δυσὶ καὶ Κλεοπάτρᾳ καὶ Ἀρσινόῃ, διέταξε τοὺς προγενεστέρους αὐτοῦ παισὶ Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τὴν ἀρχήν. Ὅν συμβασιλευόντων τετραετὴς διεγένετο χρόνος. Καὶ τοῦτο διέμεινεν ἂν καὶ ἐν τοῖς ἑξῆς τὸ ἔθος, εἰ μὴ Πτολεμαῖον παραβάντα τὰς τοῦ πατρὸς ἐντολὰς καὶ μόνον τῆς ἡγεμονίας ἀντιποιεῖσθαι βουλόμενον ἡ μοῖρα τοῦ ζῆν μετέστησεν (2) ἐν Αἰγύπτῳ καταναυμαχηθέντα ὑπὸ Ἰουλίου Καίσαρος Κλεοπάτρας συλλαμβανομένης. 8. Μετὰ δὲ τὴν ἀπολίτειαν Πτολεμαίου, δ νεώτερος ἀδελφὸς Κλεοπάτρας συνεθρονίσθη τῇ ἀδελφῇ Πτολεμαῖος καλούμενος, γνώμῃ Καίσαρος, καὶ ἐχρημάτισε τὸ πέμπτον ἔτος Κλεοπάτρας τὸ καὶ πρῶτον Πτολεμαίου, καὶ τὰ τούτοις ἐπόμενα, μέχρι τῆς ἀναίρεσως αὐτοῦ (3), ἄλλα δύο.