Ancient Greek
726.3
ARISTOBULUS, aristobulus_fhg3 726.3
Unproofread scanNot analysed yet
9. Τελευτήσαντος δὲ καὶ τούτου ταῖς Κλεοπάτρας ἀπάταις τῷ τετάρτῳ μὲν αὐτοῦ, τῆς δὲ Κλεοπάτρας ὀγδόῳ, δ μεταγενεστέρος εἰς μόνην Κλεοπάτραν ἀνεγράφη (1) χρόνος, ἕως ἑτῶν πεντεκαίδεκα. Τὸ δ' ἐκκαίδεκατον ὠνομάσθη τὸ καὶ πρῶτον, ἐπειδὴ τελευτήσαντος Λυσίμαχου (Λυσανίου mgo Scal.) τῆς ἐν Συρίᾳ Χαλκίδος βασιλέως, Μάρκος Ἀντώνιος ὁ αὐτοκράτωρ τὴν τε Χαλκίδα καὶ τοὺς περὶ αὐτὴν τόπους παρέδωκε τῇ Κλεοπάτρᾳ· καὶ ἀπὸ τοῦδε καὶ τὰ τούτων ὑστέρα (ἑτέρα Sc.) ἔτη μέχρι τοῦ εἰκοστοῦ δευτέρου, δ καὶ τελευταῖον ἐγένετο Κλεοπάτρας, κατὰ τὸν αὐτὸν τρόπον προστιθεμένου τοῦ ἀριθμοῦ, ἐγράφετο, ὡς γενέσθαι τὸ δεύτερον καὶ εἰκοστὸν αὐτῆς τὸ καὶ (τὸ κ' Sc.) ὀγδομόν (2).