Ancient Greek
726.4
ARISTOBULUS, aristobulus_fhg3 726.4
Unproofread scanNot analysed yet
10. Ἀπὸ δὲ Κλεοπάτρας Ὀκταύιος Καῖσαρ ὁ καὶ Αὐγούστος τὴν ἀρχὴν διαδέχεται κρατήσας Αἰγύπτου τῇ ἐπ' Ἀκτίῳ μάχῃ, κατὰ τὴν ἑκατοστήν ὀγδοηκοστήν τετάρτην (deb. ρπζ' )Ὀλυμπιάδα, ἐν ἔτει δευτέρῳ. Ἀπὸ τῆς ἑκατοστῆς ἐνδεκάτης (deb. ριβ' )Ὀλυμπιάδος ἔτους πρώτου, ἀφ' οὗ Ἀριδαῖος ὁ καὶ Φίλιππος διεδέξατο τὴν ἀρχήν, ἐπὶ τὴν ἑκατοστήν ὀγδοηκοστήν τετάρτην Ὀλυμπιάδα, καὶ ταύτης ἔτος δεύτερον, Ὀλυμπιάδες γίνονται ἐβδομήκοντα τρεῖς καὶ ἐνιαυτός. Τούτων ἔτη σλγ' (1). Τοσαῦτα δὲ καὶ ἀριθμεῖται τὰ ἔτη τῶν ἐν Ἀλεξανδρείᾳ βασιλευσάντων ἐπὶ τῆς Κλεοπάτρας τελευτῆς.