Ancient Greek
78.3
ARISTOBULUS, aristobulus_fhg3 78.3
Unproofread scanNot analysed yet
δὲ, θυμοειδεῖς ἦσαν ἀμφότεροι, καὶ φρονήματα πρὸς τὰ φαινόμενα δεινὰ, καὶ τόλμαν ὅλιως ἀνέκπληκτον ἔχοντες· ὁ δὲ Ῥωμῦλος γνώμῃ τε χρήσθαι μᾶλλον ἐδόκει, καὶ πολιτικὴν ἔχειν σύνεσιν, ἐν ταῖς περὶ νομᾶς καὶ κυνηγίας πρὸς τοὺς γεωτιώτας ἐπιμιξίας πολλὴν ἑαυτῷ παρέχων κατανόησιν ἠγεμονικὴν μᾶλλον ἢ πειθαρχικοῦ φύσει γεγονότος. Διὸ τοῖς μὲν ὁμοφύλοις καὶ ταπεινοτέροις προσφιλὴς ἦσαν, ἐπιστάτας δὲ καὶ διόπους βασιλικούς καὶ ἀγελάρχας, ὡς μηδὲν αὐτῶν ἀρετῇ διαφέροντας, ὑπερφρονούντες, οὐτ’ ἀπειλὰς ἐφρόντιζον οὔτε ὀργάς. Ἐγρόντο δὲ διατριβὰς καὶ διαίτας ἐλευθερίους, οὐ τὴν σχολὴν ἐλευθέριον ἡγούμενοι καὶ τὴν ἀπονίαν, ἀλλὰ γυμνασία καὶ θήρας καὶ δρόμους, καὶ τὸ ληστὰς ἀλέεσθαι, καὶ κλώπας ἐλεῖν, καὶ βίας ἐξελέσθαι τοὺς ἀδικοιμένους. Ἦσαν δὲ διὰ ταῦτα περιβόητοι.