Ancient Greek
78.4
ARISTOBULUS, aristobulus_fhg3 78.4
Unproofread scanNot analysed yet
Γενομένης δὲ τινος πρὸς τοὺς Νομῆτορος βουκόλους τοῖς Ἀμυλίου διαφορὰς καὶ βοσκημάτων ἐλάσεως, οὐκ ἀνασχόμενοι, συγχόπτουσι μὲν αὐτοὺς καὶ τρέπονται, ἀποτεμνοῦνται δὲ τῆς λείας συχνήν. Ἀγανακτούντος δὲ τοῦ Νομῆτορος, ὀλιγωροῦσι· συνηγὼν δὲ καὶ προσεδέχοντο πολλοὺς μὲν ἀπόρους, πολλοὺς δὲ δούλους, θράσους ἀποστατικοῦ καὶ φρονήματος ἀρχὰς ἐνδιόντες. Τοῦ δὲ Ῥωμύλου πρὸς τινὰ θυσίαν ἀποτραπομένου (καὶ ἦν γὰρ φιλοθύτης καὶ μαντικός), οἱ τοῦ Νομῆτορος βοτῆρες τῷ Ῥῶμῳ μετ’ ὀλίγων βαδίζοντι, προστυγόντες ἐμάχοντο. Καὶ γενομένων πληγῶν καὶ τραυμάτων ἐν ἀμφοτέροις, ἐκράτησαν οἱ τοῦ Νομῆτορος, καὶ συνέλαβον ζῶντα τὸν Ῥῶμον. Ἀναγέντος οὖν αὐτοῦ πρὸς τὸν Νομῆτορα, καὶ κατηγορηθέντος, αὐτὸς μὲν οὐκ ἐχόλασε, χαλεπὸν ὄντα δεδιὼς τὸν ἀδελφὼν