Ancient Greek
87.1
ARISTOBULUS, aristobulus_fhg3 87.1
Unproofread scanNot analysed yet
δὲ ἀνδρωθέντες γίνονται κατὰ τε ἀξίωσιν μορφῆς καὶ φρονήματος ὀγκον οὐ συμφροβοὺς καὶ βουκολοὺς εἰωθότες, ἀλλ’ οἷους ἂν τις ἀξιώσειε τοὺς ἐκ βασιλείου τε φύνας γένους, καὶ ἀπὸ δαιμόνιων σπορᾶς γενεᾶσι νομιζομένους, ὡς ἐν τοῖς πατρίοις ὕμνοις ὑπὸ Ῥωμαίων ἐπὶ καὶ νῦν ἄδεται. Βίος δ’ αὐτοὺς ἦν βουκολικὸς καὶ δίαιτα αὐτουργός, ἐν ὄρεσι τὰ πολλὰ πηξαμένοις διὰ ξύλων καὶ καλάμων σκηνὰς αὐτοφόρους· ὧν ἐπὶ καὶ εἰς ἐμὲ ἦν τις ἐκ τοῦ Παλαντίου ἐπὶ τῆς πρὸς τὸν ἱππόδρομον στρεφοῦσης λαγόνος, Ῥωμύλου λεγομένη, ἣν σὺλλάτουσιν ἱερὰν οἷς τούτων ἐπιμελὲς, οὐδὲν ἐπὶ τὸ σμυνότερον ἐξάγοντες· εἰ δὲ τι πανήσιον ὑπὸ γειμῶνος ἢ χρόνου, τὸ λείπον ἐξῃοῦμενοι, καὶ τῷ πρόσθεν ἐξομοιοῦντες εἰς δύναμιν. Ἐπεὶ δὲ ἀμφὶ τὰ δώδεκαὶδεκα ἔτη γεγονότες ἦσαν, ἀμφιλόγῳ τι περὶ τῆς νομῆς αὐτοῖς γίνεται πρὸς τοὺς Νομιτόρος βουκολούς, οἱ περὶ τὸ Ἀβεντίον ὄρος ἀντικρὺ τοῦ Παλαντίου κείμενον εἶχον τὰς βουστάσεις. Ἡτινῶν δὲ ἀλλήλους θάτεροι ὀλιγνᾶ ἢ τὴν μὴ προσήκουσαν ὀργάδα κατανεμεῖν, ἢ τὴν κοινὴν μόνους διαχρατεῖν ἢ ὅ τι διήπτε τύχῳ. Ἐκ δὲ τῆς ἀψυχίας ταύτης ἐγένοντο πληγαὶ ποτε διὰ χειρῶν, εἶτα δι’ ὀπλῶν. Τραύματα δὲ πολλὰ πρὸς τῶν μειρακιῶν λαμβάνοντες οἱ τοῦ Νομιτόρος καὶ τινὰς ἀπολέσαντες τῶν σφετέρων καὶ τῶν χωρίων κατὰ κράτος ἐξεριγμένοι, παρασκευάζονται δόλον τινὰ ἐπ’ αὐτούς. Προλογίσαντες γὰρ τῆς φάραγγος τὸ ἀφανές, καὶ συνθέμενοι τοῖς λοχίοις τὰ μειράκια τὸν τῆς ἐπιθέσεως καιρόν, οἱ λοιποὶ κατὰ πλῆθος ἐπὶ τὰ μανδρέματα αὐτῶν νύκτωρ ἐπέβαλον. Ῥωμύλος μὲν οὖν τὸν χρόνον τοῦτον τυγχάνει ἅμα τοῖς ἐπιφανεστάτοις τῶν κυμητῶν πεπορευμένους