Ancient Greek
87.2
ARISTOBULUS, aristobulus_fhg3 87.2
Unproofread scanNot analysed yet
εἰς τι χωρίον Καινινᾶν ὀνομαζόμενον, ἱερὰ ποιήσων ὑπὲρ τοῦ κοινοῦ πάτρια· Ῥῶμος δὲ τὴν ἐφοδὸν αὐτῶν αἰσθόμενος ἐξεβοήθει, τὰ ὅπλα λαβὼν διὰ ταχέων, ὀλίγους τῶν ἐκ τῆς κοίμης σβασάντων καθ’ ἐν γενέσθαι παραλαβών. Καλεῖσθαι οὖ λέγονται αὐτόν, ἀλλὰ φεύγουσιν ὑπὸχόμενοι ἐνθά ἐμελλον ἐν καλῷ ὑποστρέψαντες ἐπιθήσεσθαι. Ὁ δὲ Ῥῶμος κατ’ ἀγνοίαν τοῦ μηχανήματος, ὡς ἄχρι πολλοῦ διώκων αὐτούς, παραλλάττει τὸ λελογισμένον χωρίον, καὶ ἐν τούτῳ δ τε λόγος ἀνίσταται καὶ οἱ φεύγοντες ὑποστρέφουσι. Κυκλωσάμενοι δὲ αὐτοὺς καὶ πολλοὺς ἀφάπτοντες λίθοις, λαμβάνουσιν ὑποχείριους. Ταύτην γὰρ εἶχον ἐκ τῶν δεσποτῶν τὴν παρακκλέυσιν, ζῶντας αὐτοὺς τοὺς νεανίσχους ἀποκομίσαι. Οὕτω μὲν οὖ χειρωθεὶς ὁ Ῥῶμος ἀπήχθη.