Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_ARISTOBULUS
ARISTOBULUS, Fragmenta 1
Not analysed yet
Διὰ τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε· Ῥωμύλος δὲ, ὁ βασιλεὺς, βαρέως ἐνεγκὼν, τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν. Οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ, καὶ κόψαντες, εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον. Αἴτιος δὲ Πρόκλος, τῶν ἐπισήμων ἀνὴρ, εἶπε, τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν γεγενῆσθαι. Ῥωμαῖοι δὲ πιστεύσαντες, ἀνεχώρησαν· ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν.