Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_ARISTOBULUS
ARISTOBULUS, Fragmenta 2
Not analysed yet
Γεννᾶται δ ̓ ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος, ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δ ̓ ἀποθάνῃ βασιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσιν· καὶ ὃς ἂν εὐρεθῇ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασιλεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τελευτήσαντος· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γ’ Περὶ φυτῶν. Μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν α’ Περὶ λίθων.