Ancient Greek
1 to 4
ARISTODEMUS ELEUS; ARISTODEMUS NYSAENSIS; ARISTODEMUS THEBANUS, Fragmenta 1-3-4
Not analysed yet
Ὅτι κατεπολέμησεν Ἰνδοὺς ὁ Διόνυσος, Διονύσιος φησὶ καὶ Ἀριστόδημος ἐν πρώτῳ Θηβαῖκῶν ἐπιγραμμάτων. Διόνυσος . . . ἀπὸ τοῦ Διὸς ὑετοῖς κεράννυσθαι, ὅ ἐστι ὕδασιν, ὡς πιθανεύεται Ἀριστόδημος. Ὅμολος δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος καὶ Ἀριστόδημος ὁ Θηβαῖος, ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωίων. Ὁμολωίσι. Πύλαι Θησῶν αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος. Τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος δ ̓ αὐτάς φησιν οὕτω κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολωοῦ. Ἄλλοι δὲ. Ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων, Ὁμολωίδος καλουμένης. Ὁμολώϊος Ζεύς, ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτίας, καὶ ἐν Θεσσαλίᾳ ἀπὸ Ὁμολώας (Ὁμολωίας, Ὁμολόαας, Ὁμολαίας cod. ap. Suidam) προφήτιδος τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι ὁ (ὡς Suid.) Ἀριστοφάνης ἐν δευτέρῳ Θηβαῖκῶν· Ἴστρος δὲ κ. τ. λ. Ὠγύγια δ ̓ εἰς πυλώμαθ ̓] Ὠγύγια προσηγορεύθη, φησὶν Ἀριστόδημος, διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον, τειχίζοντας τὰς Θήβας, παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς τάξαι. ἑπτὰ παρθένων]Ὁ Ἀριστόδημος οὐδαμοῦ ἐν ταῖς Θήβαις φησὶ τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές· ὡς αὐτοσχεδιάζειν οὖν ἔοικεν Εὐριπίδης. Πρὸς ταῖς Κρηναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμενοϋ λιθοβοληθῆναι Ἀριστόδημος.