Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_ARISTODEMUS_THEBANUS
ARISTODEMUS ELEUS; ARISTODEMUS NYSAENSIS; ARISTODEMUS THEBANUS, Fragmenta 5
Not analysed yet
Τευμησία. Περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγραφότες ἱκανῶς ἱστορήκασι, καθάπερ Ἀριστόδημος. Ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις, διότι τῆς βασιλείας ἐξέκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας· Κέφαλον δέ φασι τὸν Δηιόνος, Ἀθηναῖον ὄντα καὶ κύνα κεκτημένον, ὃν οὐδὲν διέφευγε τῶν θηρίων· ὃς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκριν, καθηράντων αὐτὸν τῶν Καδμείων· διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανομένους δὲ περὶ τὸν Τευμησὸν, λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώπεκα. Εἰλήφκσι δ ̓ οὗτοι τὸν μῦθον ἐκ τοῦ Ἐπικοῦ κύκλου.