Ancient Greek
Fragment 376
Ariston Phil., Testimonia et Fragmenta 376
Not analysed yet
Clemens Al. Strom. I p. 376 Pott. Εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή· ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν· ἐν τούτοις δὲ σωφροσύνην· ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. --τοῦτον φαμὲν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον· τῷ δὲ τελώνῃ τέλος· καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ· μισθὸν δὲ τῷ διδασκάλῳ· καὶ τῷ πιπράσκοντι ἀῤῥαβῶνα. Ἑκάστη δὲ -ἀρετὴ -συνωνύμως καλουμένη μόνον τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία· κατὰ σύγχρησιν δὲ τούτων γίγνεται τὸ εὐδαιμόνως ζῆν· μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα, ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως.