Ancient Greek
Fragment 377
Ariston Phil., Testimonia et Fragmenta 377
Not analysed yet
Porphyrius de animae facultatibus apud Stobaeum ecl. I p. 347, 21 W. τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται· καὶ πρότερόν γε ἐπεξελθὼν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστερον ἐπικριθείσῃ παρὰ τοῖς διδασκάλοις, Ἀρίστων ἀντιληπτικὴν δύναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθητικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθ’ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ ὠνομάσθαι (ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς ἢ τελέως ἀσθενὲς καὶ ἀμυδρὸν ἄγαν), ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα ⟨ἢ⟩ μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι.