Ancient Greek
Δ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 158
Not analysed yet
158. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ’ ἐνὶ θυμῷ ὧδ’ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν, τοῦ νῶϊ θεοῦ ὣς τερπόμεθ’ αὐδῇ. *)ἀθετοῦνται στίχοι γ’ ὡς περιττοὶ καὶ ὑπὸ νέου παντάπασι λέγεσθαι ἀπρεπεῖς· καὶ τὸ νεμεσσᾶται ἀντὶ τοῦ αἰδεῖται οὐχ Ὁμηρικῶς. καὶ αἱ ἐπεσβολίαι δὲ γέλοιαι. ὅθεν Ζηνόδοτος μεταποιεῖ ἐπιστομίας ἀναφαίνειν. ἄλλως τε οὐδὲ συμβουλευσόμενος τῷ Μενελάῳ πάρεστιν, ἀλλ’ εἴ τινα οἱ κληηδόνα πατρὸς ἐνίσποι (317) HMQR. Perturbatum sententiarum ordinem sic fere restituendum puto. Pro cod. στίχοι ε′ recte Dindorfius mutavit γ′, nam tot modo abesse possunt. Ceterum etiam Didymus tres, non quinque versus expunctos esse tradidit. cf. in H.