Ancient Greek
Ξ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 214-2
Not analysed yet
214. ἀλλ’ ἔμπης καλάμην γέ σ’ ὀΐομαι εἰσορόωντα γιγνώσκειν. †)Apoll. l. h. 94, 30: ὁ Ἀρίσταρχός φησι, μεταφορικῶς τὴν καλάμην εἴρηκεν. καὶ γὰρ ἐπὶ τοῦ ἀμητοῦ τὸ πλῆθος ἰδόντα τῆς καλάμης καὶ τὴν εὐγένειαν ἔστιν ἐπιγνῶναι ὅσος καὶ οἷος ἦν ὁ καρπός. καὶ νῦν οὕτως λέγει, ἀλλ’ ὅμως καὶ τὸ λείψανόν σε ὁρῶντα τοῦ σώματος ὀίομαι ἐπιγινώσκειν, οἷος ἤμην ἀκμάζων ἐγὼ καὶ εὐσθενῶν. Similia habent schol. in BHQV.