Ancient Greek
Ψ
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 224
Not analysed yet
218-224. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, ἀνδρὶ παρ’ ἀλλοδάπῳ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη, ὅ μιν αὖτις ἀρήιοι υἷες Ἀχαιῶν ἀξέμεναι οἶκονδε φίλην ἐς πατρίδ’ ἔμελλον. τὴν δ’ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον αεικές. τὴν δ’ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ, λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. ἀθετοῦνται οἱ ἑπτὰ στίχοι οὗτοι ὡς σκάζοντες κατὰ τὸν νοῦν. MV. Vind. 133. Eust. 1946, 13.