Ancient Greek
Ε.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 247
Not analysed yet
247. τέτρηνεν δ’ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν γόμφοισιν δ’ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν. †)Ἀριστοφάνης τὸ αὐτὸ ᾤετο περιέχειν ἄμφω. διὸ τῷ μὲν σίγμα, τῷ δὲ ἀντίσιγμα ἐπιτίθησιν BPQ. Vind. ὁ δὲ Ἀρίσταρχός φησι διὰ τοῦ πρώτου τὸ μὲν τέλειον τῆς ἁρμογῆς μὴ εἶναι, ἀλλ’, ὡς ἄν τις εἴποι, ἁρμόζοντα κατεσκεύασε, καὶ πρὸς ἄλληλα συγκαταγαγὼν ἐσκέψατο εἰ ἁρμόζει ἀλλήλοις· τῷ δὲ ἑξῆς συνέκλεισε καὶ κατεγόμφωσε. διὰ γὰρ τοῦ ἄρασσε τὸ τέλος τῆς ἁρμογῆς παρέστησε BHMPQT. cf. L. Ar. 342.