Ancient Greek
Λ.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 286
Not analysed yet
286. ἥ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε Χρομίον τε Περικλύμενόν τ’ ἀγέρωχον. †)ἐναντία φαίνεται ταῦτα τῷ δώδεκα γὰρ υἷες ἦμεν (Λ 692). τρεῖς γὰρ εἴρηνται νῦν. λύοιτο δ’ ἂν ἐκ τῆς λέξεως· ἐνταῦθα γὰρ ἐκ τῆς Χλωρίδος τρεῖς γενέσθαι τῷ Νηλεῖ φησι. τί οὖν ἐκώλυε καὶ ἐξ ἑτέρων ἔχειν τοὺς λοιπούς; H. Fuit diple πρὸς τοὺς χωρίζοντας cf. ad Λ 692.