Ancient Greek
Ν.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 323
Not analysed yet
320-323. ἀλλ’ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαιγμένον ἠτορ ἠλώμην, εἵως με θεοὶ κακότητος ἔλυσαν. πρίν γ’ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ θάρσυνάς τ’ ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή. *)(νοθεύονται) ἀθετοῦνται δ′ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν. ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον μηδέ τιν’ ἀνθρώπων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μαλ’ ἀνθρώπους ἀνέχονται (η 31) HQ. Vind. 133. cf. Apoll. de Pron. p. 139: ὑπ’ Ἀριστάρχου ὑπωπτεύετο.