Ancient Greek
Β.
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 325
Not analysed yet
325. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει, ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος, ἢ ὅ γε καὶ Σπάρτηθεν, . . . ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει. †)βεβαιωτικὰ ταῦτα τὰ ἔπη τοῦ μὴ εἰρῆσθαι ὑπὸ Τηλεμάχου τοὺς προηθετημένους στίχους (316. 317) πειρήσω ὡς κ’ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ἠὲ Πύλονδ’ ἐλθὼν ἢ αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ. ἀποροῦντες γὰρ λέγουσιν ἦ μάλα Τηλέμαχος, οὐκ ἂν ἀπορήσαντες οἱ [εἰ̣] προακηκοότες. EM. cf. ad v. 316.