Ancient Greek
473 to 540
Aristonicus of Alexandria, Περὶ Σημίων Ὀδυσσείας 473-540
Not analysed yet
473. ὅσσον τε γέγωνε βοήσας. †)ὅσον ἐξακούεται φωνὴ ἀνδρὸς. cf. L. Ar. 100. 483. τυτθόν, ἐδεύησεν δ’ οἰήιον ἄκρον ἱκέσθαι. †)οὗτος ὁ στίχος συντάσσεται ἀπὸ τοῦ στίχου τοῦ ἀρχομένου πλημμυρίς (486) M. cf. Eust. 1640, 33: διὸ ἐν μὲν τοῖς πρώτοις στίχοις τὸ τυτθὸν ἐδεύησεν οἰήιον ἄκρον ἱκέσθαι ἀστέρα ἔχει μετὰ ὀβέλου· ὡς ἄριστον μὲν ἔπος ὂν ἐκεῖθεν δὲ ὀβελιζόμενον. ἐν δὲ τοῖς δευτέροις στίχοις ἀστέρα μόνον ἔχει ὡς ἐκεῖ ἄριστα κείμενον. 495. βαλὼν βέλος i. e. κορυφὴν ὄρεος μεγάλοιο). †)βλῆμα· νῦν γὰρ τὸν βληθέντα λίθον λέγει V. cf. Μ 458. L. Ar. 56. 508. ἔσκε τις ἐνθάδε μάντις. †)ἐκ τούτου νοητέον ὅτι δεισιδαίμονες οἱ Κύκλωπες, ὅτι ὑπήκουον βουλήμασι θεῶν, καὶ οὐκ ἀπέκτεινον τοὺς προλέγοντας αὐτοῖς τινα παρὰ θεῶν ἐσόμενα Q. L. Ar. 182. cf. v. 106. 540. τυτθόν, ἐδεύησεν δ’ οἰήιον ἄκρον ἱκέσθαι. Versus asterisco notatus erat cf. ad v. 483 et schol. in HMQV.